Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.277 Joseph. AJ 18.280 (English) >>Joseph. AJ 18.285

18.279

Συγκαλέσας δὲ εἰς τὴν Τιβεριάδα τοὺς Ἰουδαίους, οἱ δὲ ἀφίκοντο πολλαὶ μυριάδες, καταστὰς ἐπʼ αὐτῶν τήν τε ἐν τῷ παρόντι στρατείαν οὐ γνώμης ἀπέφαινε τῆς αὐτοῦ τοῦ δὲ αὐτοκράτορος τῶν προσταγμάτων, τὴν ὀργὴν οὐδὲν εἰς ἀναβολάς, ἀλλʼ ἐκ τοῦ παραχρῆμα ἐπιφέρεσθαι τοῖς πράγμασιν τοῖς παρακροᾶσθαι θάρσος εἰσφερομένοις· καλῶς ἔχον ἐστὶν τόν γε τιμῆς τοσαύτης ἐπιτετευχότα συγχωρήσει τῇ ἐκείνου οὐδὲν ἐναντίον πράσσειν· 18.280οὐ μὴν δίκαιον ἡγοῦμαι ἀσφάλειάν τε καὶ τιμὴν τὴν ἐμαυτοῦ μὴ οὐχ ὑπὲρ τοῦ ὑμετέρου μὴ ἀπολουμένου τοσούτων ὄντων ἀναλοῦν διακονούμενον τῇ ἀρετῇ τοῦ νόμου, ὃν πάτριον ὄντα περιμάχητον ἡγεῖσθε, καὶ τῇ ἐπὶ πᾶσιν ἀξιώσει καὶ δυνάμει τοῦ θεοῦ, οὗ τὸν ναὸν οὐκ ἂν περιιδεῖν τολμήσαιμι ὕβρει πεσεῖν τῆς τῶν ἡγεμονευόντων ἐξουσίας. 18.281στέλλω δὲ ὡς Γάιον γνώμας τε τὰς ὑμετέρας διασαφῶν καί πῃ καὶ συνηγορίᾳ χρώμενος ὑπὲρ τοῦ καθʼ ἡμᾶς παρὰ γνώμην πεισομένην οἷς προύθεσθε ἀγαθοῖς. καὶ συμπράσσοι μὲν θεός, βελτίων γὰρ ἀνθρωπίνης μηχανῆς καὶ δυνάμεως κατʼ ἐκεῖνον ἐξουσία, πρυτανεύων ὑμῖν τε τὴν τήρησιν τῶν πατρίων καὶ αὐτῷ τὸ μηδὲν ἀνθρωπείαις παρὰ γνώμην βουλεύσεσι τιμῶν τῶν εἰωθυιῶν ἁμαρτεῖν. 18.282εἰ δʼ ἐκπικρανθεὶς Γάιος εἰς ἐμὲ τρέψει τὸ ἀνήκεστον τῆς ὀργῆς, τλήσομαι πάντα κίνδυνον καὶ πᾶσαν ταλαιπωρίαν συνιοῦσαν τῷ σώματι καὶ τῇ τύχῃ ὑπὲρ τοῦ μὴ ὑμᾶς τοσούσδε ὄντας ἐπὶ οὕτως ἀγαθαῖς ταῖς πράξεσι διολλυμένους θεωρεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.277 Joseph. AJ 18.280 (English) >>Joseph. AJ 18.285

Powered by PhiloLogic